Thesauros Edebiyat Destan Works and Days

Works and Days

Works and Days Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
 
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
 
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει 520
 
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
 
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ
 
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
 
ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει
 
ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. 525
 
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
 
ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
 
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
 
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
 
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα 530
 
φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
 
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
 
καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,
 
οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,
 
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν. 535
 
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
 
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
 
στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
 
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
 
μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα. 540
 
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
 
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
 
πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,
 
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ
 
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν 545
 
πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·
 
ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
 
ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος
 
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·
 
ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, 550
 
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
 
ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι
 
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
 
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
 
μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, 555
 
χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
 
ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi