Kitap 1
Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
985
αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
990
νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
995
ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
1000
Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
1005
Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια
Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
1010
Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,
γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.
οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
1015
πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.
αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
1020