Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
 
ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
 
Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
 
μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
 
ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, 945
 
ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
 
χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
 
κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
 
τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
 
ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, 950
 
ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
 
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
 
αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
 
ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
 
ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. 955
 
ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
 
Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
 
Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
 
κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
 
γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. 960
 
ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
 
γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
 
ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
 
νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
 
νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι 965
 
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
 
ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
 
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
 
Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
 
Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι 970
 
νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
 
ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
 
πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
 
τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
 
Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, 975
 
Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
 
Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
 
γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
 
κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
 
μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, 980

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi