Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
 
ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
 
μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
 
αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
 
δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην 925
 
πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
 
Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
 
γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
 
ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
 
Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
 
ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
 
Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
 
ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
 
αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
 
κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
 
ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
 
συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
 
δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
 
τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
 
κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
 
κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
 
πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
 
Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
 
ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
 
πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
 
ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
 
ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
 
αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
 
σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
 
Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου 930
 
Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
 
πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
 
ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
 
ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
 
δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας 935
 
ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
 
Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
 
Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
 
κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
 
Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν 940

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi