Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
 
ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
 
ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
 
καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
 
βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου, 845
 
πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
 
ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
 
θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
 
ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
 
τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, 850
 
Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
 
ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
 
Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
 
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
 
πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας 855
 
ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
 
αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
 
ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
 
φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
 
οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, 860
 
πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
 
ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
 
τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
 
θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
 
οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ 865
 
τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
 
ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
 
ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
 
ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
 
νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο· 870
 
οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
 
οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
 
αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
 
πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
 
ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας 875
 
ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
 
ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
 
αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
 
ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
 
πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. 880

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi