Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
 
οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
 
ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
 
εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
 
τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ 805
 
ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
 
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
 
πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
 
ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
 
ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. 810
 
ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
 
ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
 
αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
 
Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
 
αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι 815
 
δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
 
Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
 
γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
 
δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
 
αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, 820
 
ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
 
Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
 
οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
 
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
 
ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, 825
 
γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
 
θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
 
πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
 
φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
 
παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ 830
 
φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
 
ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
 
ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
 
ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
 
ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά. 835
 
καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
 
καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
 
σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
 
σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε 840

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi