Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
 
πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
 
ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
 
Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
 
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν 485
 
Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
 
τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
 
σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
 
ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
 
λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας 490
 
τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
 
καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
 
ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
 
Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
 
ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης 495
 
νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
 
πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
 
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
 
Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
 
σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. 500
 
λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
 
Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
 
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
 
δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
 
καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· 505
 
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
 
κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
 
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
 
ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
 
τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα 510
 
ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
 
ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
 
πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
 
παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
 
εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ 515
 
εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
 
Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
 
πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
 
ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
 
ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi