Thesauros Edebiyat Destan Theogony

Theogony

Theogony Hesiod
Kitaplar
Kitap 1

Kitap 1

 
εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
 
ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
 
ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
 
ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
 
βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν 445
 
ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
 
ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
 
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
 
πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
 
θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην 450
 
ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
 
οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
 
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
 
Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
 
ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει 455
 
νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
 
Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
 
τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
 
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
 
νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, 460
 
τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
 
ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
 
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
 
οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
 
καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· 465
 
τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
 
παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
 
ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
 
τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
 
τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, 470
 
μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
 
παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
 
παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
 
οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
 
καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι 475
 
ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
 
πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
 
ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
 
Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
 
Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi