Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 9

 
Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
 
χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
 
δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
 
οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
 
ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν 205
 
ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
 
ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
 
τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
 
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
 
χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει 210
 
θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
 
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
 
κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
 
ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
 
ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας. 215
 
καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
 
εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
 
ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
 
ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
 
ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται 220
 
ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
 
χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
 
γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
 
ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
 
τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα 225
 
καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
 
σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
 
ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
 
ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
 
οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. 230
 
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
 
τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
 
ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
 
ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
 
ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· 235
 
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
 
αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
 
πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
 
ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
 
αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi