Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 9

 
τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
 
ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
 
ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
 
ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
 
λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. 445
 
τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
 
κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
 
ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
 
ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
 
μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, 450
 
πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
 
ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
 
ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
 
σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
 
Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. 455
 
εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
 
εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
 
τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
 
θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
 
λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις. 460
 
ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
 
ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
 
πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
 
καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
 
πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα 465
 
ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
 
οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
 
ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
 
κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
 
πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. 470
 
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
 
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
 
ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
 
καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
 
Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους 475
 
ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
 
καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
 
σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
 
ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
 
ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi