Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 8

 
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
 
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
 
δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
 
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
 
ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται. 405
 
ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
 
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
 
σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι 410
 
δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
 
μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
 
τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν. 415
 
ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
 
δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
 
καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
 
δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
 
μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα. 420
 
τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
 
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
 
δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
 
δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
 
ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα. 425
 
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
 
ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
 
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
 
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
 
καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω, 430
 
χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
 
σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
 
ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
 
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
 
αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, 435
 
ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
 
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
 
τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
 
ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
 
ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν· 440

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi