Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 7

 
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
 
τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
 
λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
 
ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
 
καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν 325
 
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
 
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
 
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
 
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
 
εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· 330
 
Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
 
Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
 
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 
κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν 335
 
δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
 
πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
 
χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
 
αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
 
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, 340
 
ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
 
ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
 
ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
 
ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
 
τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· 345
 
Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
 
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi