Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 7

 
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
 
ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
 
τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
 
τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
 
ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν 125
 
ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
 
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
 
παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
 
ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
 
σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι 130
 
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
 
τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
 
ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
 
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
 
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. 135
 
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
 
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
 
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
 
αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
 
πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, 140
 
ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
 
ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
 
καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
 
οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
 
θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· 145
 
Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
 
σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
 
τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
 
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
 
κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· 150
 
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
 
θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
 
ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
 
πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
 
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, 155
 
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
 
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
 
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
 
Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
 
ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi