Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 7

 
δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
 
Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
 
ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
 
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
 
δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. 85
 
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
 
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
 
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
 
σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
 
ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη. 90
 
χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
 
οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
 
δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
 
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
 
ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, 95
 
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
 
λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
 
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
 
πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
 
χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν 100
 
ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
 
φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
 
πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
 
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
 
αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν 105
 
ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
 
καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
 
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
 
νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
 
ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη 110
 
ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
 
ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
 
τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
 
ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
 
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι 115
 
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
 
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
 
χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
 
Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
 
ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, 120

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi