Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 6

 
δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
 
ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
 
αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
 
κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
 
νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας 325
 
ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
 
δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
 
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
 
αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
 
πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν 330
 
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi