Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 5

 
εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
 
ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
 
πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
 
ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
 
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, 325
 
ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
 
τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
 
ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
 
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
 
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· 330
 
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
 
ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
 
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
 
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
 
νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. 335
 
ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
 
αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
 
ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
 
κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
 
ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; 340
 
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
 
ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
 
εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
 
κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
 
γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι. 345
 
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
 
ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
 
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
 
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
 
πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι. 350
 
ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
 
αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
 
αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
 
αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
 
ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 355
 
ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
 
ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
 
ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
 
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
 
ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi