Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 5

 
φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
 
ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
 
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
 
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
 
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν 165
 
ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
 
εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
 
ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
 
αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
 
οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε. 170
 
ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
 
ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
 
δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι 175
 
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
 
οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
 
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
 
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
 
ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, 180
 
χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
 
οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
 
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
 
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 185
 
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
 
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
 
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
 
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
 
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ 190
 
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
 
ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
 
καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
 
ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
 
καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη 195
 
Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
 
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
 
αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
 
τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
 
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi