Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 5

 
ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
 
τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
 
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
 
νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
 
ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 365
 
ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
 
δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
 
ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
 
καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
 
ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς 370
 
ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
 
εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
 
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
 
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
 
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, 375
 
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
 
οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
 
εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
 
ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
 
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, 380
 
ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
 
αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
 
ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
 
παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
 
ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν, 385
 
ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
 
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
 
ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
 
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
 
ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, 390
 
καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
 
ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
 
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
 
ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
 
πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, 395
 
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
 
ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
 
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
 
νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
 
ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi