Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 4

 
ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
 
Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
 
ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
 
εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· 205
 
τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
 
ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
 
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
 
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
 
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, 210
 
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
 
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
 
δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
 
χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
 
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν. 215
 
ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
 
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
 
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
 
αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, 220
 
νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
 
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
 
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
 
οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
 
οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν 225
 
χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
 
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
 
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
 
Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
 
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· 230
 
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
 
ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
 
αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
 
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
 
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε 235
 
ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
 
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
 
ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
 
καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
 
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi