Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 4

 
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
 
ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
 
στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
 
εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
 
οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες 805
 
κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
 
σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
 
ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
 
τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε 810
 
πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
 
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
 
πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
 
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
 
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, 815
 
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
 
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
 
νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
 
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
 
τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, 820
 
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
 
δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
 
ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
 
τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
 
θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· 825
 
τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
 
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
 
Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
 
ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
 
τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· 830
 
εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
 
εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
 
ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
 
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
 
τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· 835
 
οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
 
ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
 
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
 
ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
 
κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη, 840

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi