Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 4

 
τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
 
κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
 
ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
 
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
 
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, 725
 
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
 
νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
 
ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
 
σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
 
ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, 730
 
ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
 
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
 
τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
 
ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
 
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, 735
 
δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
 
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
 
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
 
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
 
ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν 740
 
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
 
τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
 
νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
 
ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
 
ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, 745
 
σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
 
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
 
ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
 
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
 
ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, 750
 
εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
 
εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
 
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
 
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
 
πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο 755
 
ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
 
δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
 
ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
 
ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
 
εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, 760

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi