Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 4

 
κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
 
ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
 
ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
 
μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
 
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· 685
 
οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
 
κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
 
ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
 
οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
 
οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν 690
 
ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
 
ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
 
κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
 
ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
 
φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων. 695
 
τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
 
αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
 
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
 
μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
 
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ 700
 
οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
 
ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
 
ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
 
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
 
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 705
 
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
 
κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
 
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
 
ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
 
ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται; 710
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
 
οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
 
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
 
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
 
ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος. 715
 
τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
 
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
 
ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
 
οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
 
πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. 720

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi