Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 3

 
ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
 
ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
 
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
 
Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
 
χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ 445
 
εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
 
αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
 
αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
 
ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
 
αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν 450
 
θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
 
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
 
οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
 
ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
 
τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, 455
 
αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
 
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
 
δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
 
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
 
λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. 460
 
αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
 
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
 
ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
 
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
 
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. 465
 
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
 
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
 
ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
 
πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
 
οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, 470
 
δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
 
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
 
παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους 475
 
ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
 
καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
 
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
 
ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi