Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 3

 
εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
 
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
 
οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
 
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
 
ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ 365
 
νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
 
εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
 
οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
 
πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
 
οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. 370
 
ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
 
φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
 
θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
 
Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, 375
 
εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
 
οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
 
ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
 
ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
 
ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, 380
 
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
 
σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
 
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
 
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
 
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. 385
 
τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
 
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
 
ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
 
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
 
τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν 390
 
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
 
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
 
τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
 
εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
 
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, 395
 
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
 
τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
 
Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
 
τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
 
πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi