Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 24

 
κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
 
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
 
ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
 
ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
 
μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, 325
 
λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
 
τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
 
εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
 
σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 330
 
οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
 
τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
 
οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
 
ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
 
δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. 335
 
εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
 
εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
 
παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
 
ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
 
ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, 340
 
συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
 
δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
 
ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
 
ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
 
ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, 345
 
σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
 
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
 
εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
 
αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
 
ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· 350
 
Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
 
εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
 
νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
 
ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
 
πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. 355
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
 
ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
 
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
 
προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi