Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 24

 
ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
 
αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
 
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
 
ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
 
σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας 165
 
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
 
αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
 
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
 
ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
 
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο 170
 
νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
 
ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
 
ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
 
τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
 
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. 175
 
αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
 
ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
 
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
 
δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
 
αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, 180
 
ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
 
γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
 
αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
 
κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
 
κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. 185
 
ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
 
σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
 
οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
 
οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
 
κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. 190
 
τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
 
ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
 
ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
 
ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
 
κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος, 195
 
ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
 
ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
 
ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
 
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
 
κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi