Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 24

 
ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
 
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
 
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
 
ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
 
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ 445
 
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
 
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
 
φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
 
θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
 
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει. 450
 
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
 
Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
 
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
 
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
 
ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· 455
 
οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
 
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
 
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
 
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
 
ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι. 460
 
καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
 
μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
 
ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
 
οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει 465
 
πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
 
αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
 
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
 
τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
 
φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν 470
 
ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
 
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
 
ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
 
εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
 
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 475
 
τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
 
τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
 
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
 
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi