Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 24

 
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
 
οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
 
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
 
ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
 
τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ 365
 
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
 
ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
 
ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
 
μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
 
ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, 370
 
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
 
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
 
τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· 375
 
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
 
οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
 
ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
 
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
 
τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν 380
 
ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
 
πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
 
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
 
οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
 
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· 385
 
ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
 
ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
 
ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
 
μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
 
ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. 390
 
οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
 
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
 
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
 
ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
 
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες 395
 
μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
 
ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
 
ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi