Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 23

 
ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
 
ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
 
νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
 
μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· 325
 
ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
 
ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
 
Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
 
ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
 
ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ 330
 
Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
 
πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
 
ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
 
ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
 
ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε 335
 
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
 
ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
 
ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
 
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
 
καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, 340
 
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
 
τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
 
λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
 
ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
 
ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν 345
 
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
 
αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
 
ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
 
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
 
ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων 350
 
ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
 
κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
 
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
 
νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
 
κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, 355
 
μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
 
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
 
δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
 
ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
 
ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· 360
 
σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi