Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 23

 
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
 
γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
 
ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· 285
 
εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
 
ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 
τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
 
ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων. 290
 
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
 
γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
 
τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
 
ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
 
ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα 295
 
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
 
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
 
παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
 
αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
 
τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, 300
 
τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
 
ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
 
ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
 
οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
 
ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· 305
 
αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
 
ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
 
πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
 
πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
 
ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα 310
 
ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
 
ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
 
ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
 
ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
 
καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι 315
 
ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
 
πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
 
ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
 
οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
 
πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· 320
 
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi