Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 23

 
εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
 
νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
 
ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
 
ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, 245
 
Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
 
καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
 
ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
 
ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
 
πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. 250
 
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
 
ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
 
νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
 
ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
 
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε. 255
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
 
σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
 
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
 
ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, 260
 
εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
 
πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
 
εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. 265
 
οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
 
χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
 
ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
 
εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
 
ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· 270
 
οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
 
οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
 
σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
 
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
 
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, 275
 
καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
 
ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
 
ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
 
οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
 
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, 280
 
πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi