Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 23

 
οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
 
ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
 
ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
 
ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, 205
 
σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
 
δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
 
δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
 
μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
 
ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, 210
 
οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
 
ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
 
αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
 
οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
 
αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 215
 
ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
 
ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
 
οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
 
ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
 
εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν 220
 
ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
 
τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
 
τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
 
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
 
νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας 225
 
εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
 
ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
 
Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
 
ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
 
πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα. 230
 
ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
 
κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
 
ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
 
ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
 
ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· 235
 
παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
 
νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
 
ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
 
ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
 
δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. 240
 
καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi