Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 23

 
ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
 
ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
 
ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
 
ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· 165
 
δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
 
κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
 
οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
 
ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
 
ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. 170
 
ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
 
λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
 
οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα 175
 
ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
 
ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
 
ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
 
ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
 
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. 180
 
ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
 
ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
 
ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
 
τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
 
καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν 185
 
ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
 
ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
 
ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
 
ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
 
θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, 190
 
ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
 
τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
 
πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
 
κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
 
καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, 195
 
κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
 
εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
 
ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
 
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
 
δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· 200
 
ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi