Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 22

 
εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
 
πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
 
τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
 
σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
 
τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα. 325
 
ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
 
κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
 
κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
 
φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
 
Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, 330
 
Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
 
ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
 
ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
 
ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
 
ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ 335
 
Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
 
ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
 
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
 
γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
 
ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε 340
 
μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
 
αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
 
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
 
γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
 
αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν 345
 
πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
 
αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
 
παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
 
ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
 
καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, 350
 
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
 
πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
 
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
 
ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
 
αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· 355
 
ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
 
καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
 
οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
 
εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
 
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi