Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 22

 
τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
 
βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
 
ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
 
τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
 
τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, 205
 
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
 
τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
 
Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
 
ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
 
ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. 210
 
μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
 
πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
 
Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
 
μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
 
ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· 215
 
ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
 
ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
 
ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
 
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
 
κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, 220
 
τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
 
ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
 
οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
 
ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
 
νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· 225
 
οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
 
οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
 
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
 
πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
 
σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. 230
 
πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
 
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
 
ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
 
ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
 
Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν. 235
 
ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
 
ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
 
ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
 
αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
 
ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην. 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi