Kitap 22
βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
165
ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
170
ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
175
κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
180
τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
185
δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
190
υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
195
εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
200