Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 22

 
νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
 
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
 
πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
 
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
 
εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, 45
 
ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
 
πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
 
ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
 
Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
 
οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, 50
 
ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
 
ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
 
αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
 
νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
 
σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, 55
 
ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
 
τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
 
χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
 
ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
 
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· 60
 
Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
 
ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
 
οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
 
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
 
νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι 65
 
ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
 
ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
 
ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
 
τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
 
ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, 70
 
ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
 
οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
 
ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
 
φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
 
ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν 75
 
ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
 
ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
 
τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
 
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
 
χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi