Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 21

 
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
 
οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
 
ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
 
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
 
ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν 325
 
μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
 
ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
 
ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
 
ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· 330
 
Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
 
ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
 
ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
 
οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
 
πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. 335
 
ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
 
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
 
εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
 
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
 
δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, 340
 
καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
 
πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
 
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
 
κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, 345
 
οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
 
οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
 
τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
 
καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
 
ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, 350
 
ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
 
ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
 
πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
 
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
 
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. 355
 
ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
 
κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
 
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
 
αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
 
μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi