Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 21

 
πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
 
ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
 
ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
 
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
 
τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, 125
 
τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
 
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
 
καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
 
ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
 
τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· 130
 
ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
 
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
 
ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
 
ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
 
τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον. 135
 
ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
 
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
 
αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
 
ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
 
τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· 140
 
ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
 
ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
 
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
 
Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
 
ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν 145
 
ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
 
ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
 
ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
 
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
 
οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων 150
 
ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
 
ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
 
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
 
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
 
τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ 155
 
ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
 
νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
 
γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
 
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
 
ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi