Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 21

 
κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
 
ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
 
οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
 
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
 
ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, 45
 
αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
 
ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
 
ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
 
βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
 
πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. 50
 
ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
 
ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
 
ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
 
αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
 
ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, 55
 
κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
 
ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
 
βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
 
τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
 
ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. 60
 
τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
 
κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
 
ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
 
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
 
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. 65
 
ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
 
αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
 
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
 
ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
 
ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην 70
 
μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
 
ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
 
ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
 
θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
 
ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι 75
 
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
 
τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
 
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
 
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
 
ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi