Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 20

 
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
 
ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
 
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
 
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
 
δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. 325
 
Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
 
ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
 
ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
 
νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
 
τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε 330
 
μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
 
εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
 
νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
 
ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
 
γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, 335
 
ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
 
ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
 
ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, 340
 
οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
 
γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
 
αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
 
μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
 
ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη 345
 
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
 
οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
 
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
 
δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
 
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· 350
 
ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
 
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
 
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
 
αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
 
εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, 355
 
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
 
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
 
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
 
ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi