Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 20

 
Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
 
αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
 
ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
 
Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
 
εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· 125
 
ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
 
εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
 
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
 
μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
 
εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; 130
 
τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
 
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
 
χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
 
οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. 135
 
οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
 
σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
 
ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
 
ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
 
αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, 140
 
οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
 
ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
 
ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
 
ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
 
ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. 145
 
βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
 
ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
 
Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
 
ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
 
ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας 150
 
βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
 
πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
 
καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
 
ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
 
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, 155
 
ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
 
ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
 
αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
 
αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
 
ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi