Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 2

 
τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
 
ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
 
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
 
ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
 
σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· 285
 
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
 
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
 
ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
 
ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
 
οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, 290
 
δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
 
αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
 
πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
 
τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
 
ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ. 295
 
ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
 
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
 
βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
 
εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
 
αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ. 300
 
Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
 
ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
 
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
 
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. 305
 
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
 
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
 
ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν 310
 
δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
 
ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
 
κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
 
νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
 
πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, 315
 
πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
 
ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
 
εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
 
ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
 
γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi