Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 2

 
παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
 
τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
 
Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
 
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
 
ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. 245
 
εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
 
δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
 
ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
 
οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
 
ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, 250
 
εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
 
ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
 
τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
 
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
 
ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων 255
 
πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
 
ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
 
οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
 
μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
 
Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, 260
 
χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
 
κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
 
καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
 
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
 
ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, 265
 
μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
 
ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
 
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
 
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
 
Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, 270
 
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
 
οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
 
οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
 
εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
 
οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. 275
 
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
 
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
 
ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
 
οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
 
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi