Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 19

 
ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
 
παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
 
κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
 
ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
 
ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, 525
 
κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
 
εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
 
ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
 
μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
 
παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, 530
 
γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
 
νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
 
καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
 
κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
 
ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον. 535
 
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
 
ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
 
ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
 
πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
 
ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη. 540
 
αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
 
ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
 
οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
 
ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
 
φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· 545
 
θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
 
οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
 
χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
 
ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
 
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. 550
 
ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
 
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
 
πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον 555
 
ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
 
πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
 
πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi