Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 19

 
οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
 
οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
 
ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
 
τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
 
ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο 445
 
φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
 
στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
 
ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
 
οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
 
γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι 450
 
λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
 
τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
 
ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
 
κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
 
τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, 455
 
ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
 
δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
 
ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
 
τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
 
εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες 460
 
καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
 
εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
 
χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
 
οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
 
ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, 465
 
Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
 
τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
 
γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
 
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
 
ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. 470
 
τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
 
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
 
ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
 
ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
 
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι. 475
 
ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
 
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
 
ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
 
τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
 
χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi