Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 18

 
αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
 
πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
 
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
 
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
 
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο 405
 
δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
 
βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
 
ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
 
ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες 410
 
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
 
τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
 
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
 
ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
 
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· 415
 
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
 
δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
 
ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
 
ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
 
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος 420
 
Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
 
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
 
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
 
κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
 
νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι 425
 
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
 
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
 
βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi