Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 18

 
εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
 
ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
 
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
 
βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 365
 
Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
 
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
 
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
 
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
 
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. 370
 
εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
 
αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
 
ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
 
τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
 
τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. 375
 
εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
 
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
 
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
 
τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
 
οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις. 380
 
ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
 
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
 
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
 
εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
 
αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, 385
 
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
 
ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
 
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
 
ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
 
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ 390
 
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
 
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
 
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
 
ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
 
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, 395
 
Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
 
δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
 
αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
 
μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
 
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi