Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 17

 
οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
 
ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
 
ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
 
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
 
βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. 325
 
Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
 
αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
 
τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
 
ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
 
νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον 330
 
κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
 
δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
 
τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
 
ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
 
μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας. 335
 
ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
 
πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
 
σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
 
ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
 
κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων 340
 
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
 
Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
 
ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
 
καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
 
δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε 345
 
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
 
αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
 
ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
 
ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
 
Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει 350
 
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
 
αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
 
καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ. 355
 
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
 
αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
 
ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
 
εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
 
μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi