Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 17

 
γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
 
ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
 
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
 
τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
 
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω· 285
 
γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
 
οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
 
τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
 
πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· 290
 
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
 
Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
 
θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
 
ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
 
αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· 295
 
δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
 
ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
 
ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
 
δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
 
ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. 300
 
δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
 
οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
 
ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
 
ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
 
ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· 305
 
Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
 
καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
 
εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
 
ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
 
γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. 310
 
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
 
καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
 
εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
 
οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
 
αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. 315
 
οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
 
κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
 
νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
 
ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
 
δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi